Septante (AT)

1 Maccabées 3:35

35ἀποστεῖλαι ἐπ αὐτοὺς δύναμιν τοῦ ἐκτρῖψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ισραηλ καὶ τὸ κατάλειμμα Ιερουσαλημ καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου

Contexte de 1 Maccabées 3:35

33καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν· 34καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων, ὧν ἠβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ιουδαίαν καὶ Ιερουσαλημ ἀποστεῖλαι ἐπ αὐτοὺς δύναμιν τοῦ ἐκτρῖψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ισραηλ καὶ τὸ κατάλειμμα Ιερουσαλημ καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου 36καὶ κατοικίσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῶν καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν. 37καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας.

Lire 1 Maccabées 3 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org