Septante (AT)
1 Maccabées 3:17
17ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτῶν, εἶπον τῷ Ιουδα Τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτο ἰσχυρόν ; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον.
Contexte de 1 Maccabées 3:17
15καὶ προσέθετο καὶ ἀνέβη μετ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ισραηλ. 16καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων, καὶ ἐξῆλθεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός. ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτῶν, εἶπον τῷ Ιουδα Τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτο ἰσχυρόν ; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον. 18καὶ εἶπεν Ιουδας Εὔκοπόν ἐστιν συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων, καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις· 19ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς.
Lire 1 Maccabées 3 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org