Septante (AT)
1 Maccabées 3:16
16καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων, καὶ ἐξῆλθεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός.
Contexte de 1 Maccabées 3:16
14καὶ εἶπεν Ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ καὶ πολεμήσω τὸν Ιουδαν καὶ τοὺς σὺν αὐτῷ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως. 15καὶ προσέθετο καὶ ἀνέβη μετ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ισραηλ. καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων, καὶ ἐξῆλθεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός. 17ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτῶν, εἶπον τῷ Ιουδα Τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτο ἰσχυρόν ; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον. 18καὶ εἶπεν Ιουδας Εὔκοπόν ἐστιν συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων, καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις·
Lire 1 Maccabées 3 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org