Septante (AT)

1 Maccabées 16:8

8καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί· οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα.

Contexte de 1 Maccabées 16:8

6καὶ παρενέβαλε κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ. καὶ εἶδεν τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν καὶ διεπέρασεν πρῶτος· καὶ εἶδον αὐτὸν οἱ ἄνδρες καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ. 7καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν· ἦν δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα. καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί· οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα. 9τότε ἐτραυματίσθη Ιουδας ὁ ἀδελφὸς Ιωαννου· Ιωαννης δὲ κατεδίωξεν αὐτούς, ἕως ἦλθεν εἰς Κεδρων, ἣν ᾠκοδόμησεν. 10καὶ ἔφυγον εἰς τοὺς πύργους τοὺς ἐν τοῖς ἀγροῖς Ἀζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας δισχιλίους. καὶ ἀπέστρεψεν εἰς τὴν Ιουδαίαν μετὰ εἰρήνης.

Lire 1 Maccabées 16 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org