Septante (AT)

1 Maccabées 16:7

7καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν· ἦν δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα.

Contexte de 1 Maccabées 16:7

5καὶ ἀναστάντες τὸ πρωὶ ἐπορεύθησαν εἰς τὸ πεδίον, καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς, πεζικὴ καὶ ἱππεῖς, καὶ χειμάρρους ἦν ἀνὰ μέσον αὐτῶν. 6καὶ παρενέβαλε κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ. καὶ εἶδεν τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν καὶ διεπέρασεν πρῶτος· καὶ εἶδον αὐτὸν οἱ ἄνδρες καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ. καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν· ἦν δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα. 8καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί· οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα. 9τότε ἐτραυματίσθη Ιουδας ὁ ἀδελφὸς Ιωαννου· Ιωαννης δὲ κατεδίωξεν αὐτούς, ἕως ἦλθεν εἰς Κεδρων, ἣν ᾠκοδόμησεν.

Lire 1 Maccabées 16 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org