Septante (AT)

1 Esdras 8:67

67συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν, καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς, καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.

Contexte de 1 Esdras 8:67

65Καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες 66Οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ Ισραηλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Μωαβιτῶν καὶ Αἰγυπτίων καὶ Ιδουμαίων· συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν, καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς, καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος. 68καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα διέρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος καὶ ἐκάθισα σύννους καὶ περίλυπος. 69καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπεκινοῦντο τῷ ῥήματι κυρίου τοῦ Ισραηλ, ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ, καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας.

Lire 1 Esdras 8 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org