Septante (AT)

1 Esdras 8:65

65Καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες

Contexte de 1 Esdras 8:65

63οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ θεῷ τοῦ Ισραηλ κυρίῳ ταύρους δώδεκα ὑπὲρ παντὸς Ισραηλ, κριοὺς ἐνενήκοντα ἕξ, ἄρνας ἑβδομήκοντα δύο, τράγους ὑπὲρ σωτηρίου δέκα δύο· ἅπαντα θυσίαν τῷ κυρίῳ. 64καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Κοίλης Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ κυρίου. Καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες 66Οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ Ισραηλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Μωαβιτῶν καὶ Αἰγυπτίων καὶ Ιδουμαίων· 67συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν, καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς, καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.

Lire 1 Esdras 8 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org