Septante (AT)
1 Esdras 4:7
7καὶ αὐτὸς εἷς μόνος ἐστίν· ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· εἶπεν ἀφεῖναι, ἀφίουσιν·
Contexte de 1 Esdras 4:7
5φονεύουσιν καὶ φονεύονται καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσιν, τῷ βασιλεῖ κομίζουσιν πάντα, καὶ ὅσα ἐὰν προνομεύσωσιν, καὶ τὰ ἄλλα πάντα. 6καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν, ἀλλὰ γεωργοῦσιν τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ. καὶ αὐτὸς εἷς μόνος ἐστίν· ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· εἶπεν ἀφεῖναι, ἀφίουσιν· 8εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν· 9εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπεν φυτεῦσαι, φυτεύουσιν.
Lire 1 Esdras 4 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org