Septante (AT)

1 Esdras 4:5

5φονεύουσιν καὶ φονεύονται καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσιν, τῷ βασιλεῖ κομίζουσιν πάντα, καὶ ὅσα ἐὰν προνομεύσωσιν, καὶ τὰ ἄλλα πάντα.

Contexte de 1 Esdras 4:5

3ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν, ὃ ἐὰν εἴπῃ αὐτοῖς, ἐνακούουσιν. 4ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους. φονεύουσιν καὶ φονεύονται καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσιν, τῷ βασιλεῖ κομίζουσιν πάντα, καὶ ὅσα ἐὰν προνομεύσωσιν, καὶ τὰ ἄλλα πάντα. 6καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν, ἀλλὰ γεωργοῦσιν τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ. 7καὶ αὐτὸς εἷς μόνος ἐστίν· ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· εἶπεν ἀφεῖναι, ἀφίουσιν·

Lire 1 Esdras 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org