Septante (AT)
1 Esdras 3:22
22καὶ οὐ μέμνηται, ὅταν πίνωσιν, φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετ οὐ πολὺ σπῶνται μαχαίρας·
Contexte de 1 Esdras 3:22
20καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα. 21καὶ πάσας καρδίας ποιεῖ πλουσίας καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν. καὶ οὐ μέμνηται, ὅταν πίνωσιν, φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετ οὐ πολὺ σπῶνται μαχαίρας· 23καὶ ὅταν ἀπὸ τοῦ οἴνου γενηθῶσιν, οὐ μέμνηται ἃ ἔπραξαν. 24ὦ ἄνδρες, οὐχ ὑπερισχύει ὁ οἶνος, ὅτι οὕτως ἀναγκάζει ποιεῖν ; καὶ ἐσίγησεν οὕτως εἴπας.
Lire 1 Esdras 3 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org