Septante (AT)

1 Esdras 3:21

21καὶ πάσας καρδίας ποιεῖ πλουσίας καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν.

Contexte de 1 Esdras 3:21

19τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τήν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου, τήν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου. 20καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα. καὶ πάσας καρδίας ποιεῖ πλουσίας καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν. 22καὶ οὐ μέμνηται, ὅταν πίνωσιν, φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετ οὐ πολὺ σπῶνται μαχαίρας· 23καὶ ὅταν ἀπὸ τοῦ οἴνου γενηθῶσιν, οὐ μέμνηται ἃ ἔπραξαν.

Lire 1 Esdras 3 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org