Septante (AT)
1 Esdras 2:9
9ὁ δὲ τούτων ἀριθμὸς ἦν· σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυίσκαι ἀργυραῖ εἴκοσι ἐννέα,
Contexte de 1 Esdras 2:9
7καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ ἱερὰ σκεύη τοῦ κυρίου, ἃ μετήγαγεν Ναβουχοδονοσορ ἐξ Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ εἰδωλίῳ· 8ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθριδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι, διὰ δὲ τούτου παρεδόθησαν Σαναβασσάρῳ προστάτῃ τῆς Ιουδαίας. ὁ δὲ τούτων ἀριθμὸς ἦν· σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυίσκαι ἀργυραῖ εἴκοσι ἐννέα, 10φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια. 11τὰ δὲ πάντα σκεύη διεκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξήκοντα ἐννέα, ἀνηνέχθη δὲ ὑπὸ Σαναβασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ιεροσόλυμα.
Lire 1 Esdras 2 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org