Septante (AT)

1 Esdras 2:8

8ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθριδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι, διὰ δὲ τούτου παρεδόθησαν Σαναβασσάρῳ προστάτῃ τῆς Ιουδαίας.

Contexte de 1 Esdras 2:8

6καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν, ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις καὶ κτήνεσιν καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν, ὧν ὁ νοῦς ἠγέρθη. 7καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ ἱερὰ σκεύη τοῦ κυρίου, ἃ μετήγαγεν Ναβουχοδονοσορ ἐξ Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ εἰδωλίῳ· ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθριδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι, διὰ δὲ τούτου παρεδόθησαν Σαναβασσάρῳ προστάτῃ τῆς Ιουδαίας. 9ὁ δὲ τούτων ἀριθμὸς ἦν· σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυίσκαι ἀργυραῖ εἴκοσι ἐννέα, 10φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια.

Lire 1 Esdras 2 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org