Septante (AT)
1 Chroniques 25:1-3
1Καὶ ἔστησεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ασαφ καὶ Αιμαν καὶ Ιδιθων τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν·
2υἱοὶ Ασαφ Ζακχουρ καὶ Ιωσηφ καὶ Ναθανιας καὶ Εραηλ, υἱοὶ Ασαφ ἐχόμενοι Ασαφ τοῦ προφήτου ἐχόμενοι τοῦ βασιλέως.
3τῷ Ιδιθων υἱοὶ Ιδιθων· Γοδολια καὶ Σουρι καὶ Ισαια καὶ Σεμει καὶ Ασαβια καὶ Ματταθιας, ἕξ, μετὰ τὸν πατέρα αὐτῶν Ιδιθων ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ.
Commentaires sur 1 Chroniques 25
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires