Septante (AT)

Sagesse 17:16

16εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν ἢ τῶν κατ ἐρημίαν ἐργάτης μόχθων, προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην, μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν·

Contexte de Sagesse 17:16

14τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων, τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ· αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπεχύθη. 15εἶθ οὕτως, ὃς δή ποτ οὖν ἦν ἐκεῖ καταπίπτων, ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς· εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν ἢ τῶν κατ ἐρημίαν ἐργάτης μόχθων, προλημφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην, μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν· 17εἴ τε πνεῦμα συρίζον ἢ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς ἢ ῥυθμὸς ὕδατος πορευομένου βίᾳ ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρῶν 18ἢ σκιρτώντων ζῴων δρόμος ἀθεώρητος ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ, παρέλυεν αὐτοὺς ἐκφοβοῦντα.

Lire Sagesse 17 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org