Septante (AT)
Sagesse 10:12
12διεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο· καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ, ἵνα γνῷ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια.
Contexte de Sagesse 10:12
10αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις· ἔδειξεν αὐτῷ βασιλείαν θεοῦ καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων· εὐπόρησεν αὐτὸν ἐν μόχθοις καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτοῦ· 11ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη καὶ ἐπλούτισεν αὐτόν· διεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο· καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ, ἵνα γνῷ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια. 13αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν, ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν· 14συγκατέβη αὐτῷ εἰς λάκκον καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτόν, ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ· ψευδεῖς τε ἔδειξεν τοὺς μωμησαμένους αὐτὸν καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον.
Lire Sagesse 10 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org