Septante (AT)

Tobie 7:3

3καὶ ἠρώτησεν αὐτοὺς Ραγουηλ Πόθεν ἐστέ, ἀδελφοί ; καὶ εἶπαν αὐτῷ Ἐκ τῶν υἱῶν Νεφθαλι τῶν αἰχμαλώτων ἐν Νινευη.

Contexte de Tobie 7:3

1Καὶ ἦλθον εἰς Ἐκβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ραγουηλ, Σαρρα δὲ ὑπήντησεν αὐτοῖς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν. 2καὶ εἶπεν Ραγουηλ Εδνα τῇ γυναικὶ αὐτοῦ Ὡς ὅμοιος ὁ νεανίσκος Τωβιτ τῷ ἀνεψιῷ μου. καὶ ἠρώτησεν αὐτοὺς Ραγουηλ Πόθεν ἐστέ, ἀδελφοί ; καὶ εἶπαν αὐτῷ Ἐκ τῶν υἱῶν Νεφθαλι τῶν αἰχμαλώτων ἐν Νινευη. 4καὶ εἶπεν αὐτοῖς Γινώσκετε Τωβιτ τὸν ἀδελφὸν ἡμῶν ; οἱ δὲ εἶπαν Γινώσκομεν. 5καὶ εἶπεν αὐτοῖς Ὑγιαίνει ; οἱ δὲ εἶπαν Καὶ ζῇ καὶ ὑγιαίνει· καὶ εἶπεν Τωβιας Πατήρ μού ἐστιν.

Lire Tobie 7 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org