Septante (AT)
Tobie 7:11
11ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν, καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν, ἀπεθνῄσκοσαν ὑπὸ τὴν νύκτα. ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου.
Contexte de Tobie 7:11
9Εἶπεν δὲ Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε, λάλησον ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορείᾳ, καὶ τελεσθήτω τὸ πρᾶγμα. 10καὶ μετέδωκεν τὸν λόγον τῷ Ραγουηλ. καὶ εἶπεν Ραγουηλ πρὸς Τωβιαν Φάγε καὶ πίε καὶ ἡδέως γίνου· σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν· πλὴν ὑποδείξω σοι τὴν ἀλήθειαν. ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν, καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν, ἀπεθνῄσκοσαν ὑπὸ τὴν νύκτα. ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου. 12καὶ εἶπεν Τωβιας Οὐ γεύσομαι οὐδὲν ὧδε, ἕως ἂν στήσητε καὶ σταθῆτε πρός με. καὶ εἶπεν Ραγουηλ Κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν· σὺ δὲ ἀδελφὸς εἶ αὐτῆς, καὶ αὐτή σού ἐστιν· ὁ δὲ ἐλεήμων θεὸς εὐοδώσει ὑμῖν τὰ κάλλιστα. 13καὶ ἐκάλεσεν Σαρραν τὴν θυγατέρα αὐτοῦ καὶ λαβὼν τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν τῷ Τωβια γυναῖκα καὶ εἶπεν Ἰδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου· καὶ εὐλόγησεν αὐτούς.
Lire Tobie 7 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org