Septante (AT)

Tobie 5:13

13ὁ δὲ εἶπεν Ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου.

Contexte de Tobie 5:13

11καὶ εἶπεν αὐτῷ Τωβιτ Ἄδελφε, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ ; ὑπόδειξόν μοι. 12καὶ εἶπεν αὐτῷ Φυλὴν καὶ πατριὰν σὺ ζητεῖς ἢ μίσθιον, ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου ; καὶ εἶπεν αὐτῷ Τωβιτ Βούλομαι, ἄδελφε, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα. ὁ δὲ εἶπεν Ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου. 14καὶ εἶπεν αὐτῷ Ὑγιαίνων ἔλθοις, ἄδελφε· καὶ μή μοι ὀργισθῇς ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι. καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ Ανανιαν καὶ Ιαθαν τοὺς υἱοὺς Σεμειου τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς Ιεροσόλυμα προσκυνεῖν ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γενημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν. ἐκ ῥίζης καλῆς εἶ, ἄδελφε. 15ἀλλ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι· δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου ;

Lire Tobie 5 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org