Septante (AT)

Tobie 4:3

3καὶ καλέσας αὐτὸν εἶπεν Παιδίον, ἐὰν ἀποθάνω, θάψον με· καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου, τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ καὶ μὴ λυπήσῃς αὐτήν.

Contexte de Tobie 4:3

1Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβιτ περὶ τοῦ ἀργυρίου, οὗ παρέθετο Γαβαηλ ἐν Ῥάγοις τῆς Μηδίας, 2καὶ εἶπεν ἐν ἑαυτῷ Ἐγὼ ᾐτησάμην θάνατον· τί οὐ καλῶ Τωβιαν τὸν υἱόν μου, ἵνα αὐτῷ ὑποδείξω πρὶν ἀποθανεῖν με ; καὶ καλέσας αὐτὸν εἶπεν Παιδίον, ἐὰν ἀποθάνω, θάψον με· καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου, τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ καὶ μὴ λυπήσῃς αὐτήν. 4μνήσθητι, παιδίον, ὅτι πολλοὺς κινδύνους ἑόρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ· ὅταν ἀποθάνῃ, θάψον αὐτὴν παρ ἐμοὶ ἐν ἑνὶ τάφῳ. 5πάσας τὰς ἡμέρας, παιδίον, κυρίου τοῦ θεοῦ ἡμῶν μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτάνειν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ· δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας·

Lire Tobie 4 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org