Septante (AT)
Tobie 2:8
8καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες Οὐκέτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου· καὶ ἀπέδρα, καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς.
Contexte de Tobie 2:8
6καὶ ἐμνήσθην τῆς προφητείας Αμως, καθὼς εἶπεν Στραφήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένθος καὶ πᾶσαι αἱ εὐφροσύναι ὑμῶν εἰς θρῆνον καὶ ἔκλαυσα. 7καὶ ὅτε ἔδυ ὁ ἥλιος, ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν. καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες Οὐκέτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου· καὶ ἀπέδρα, καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς. 9καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα θάψας καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς, καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν· 10καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστίν, καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου. καὶ ἐπορεύθην πρὸς ἰατρούς, καὶ οὐκ ὠφέλησάν με· Αχιαχαρος δὲ ἔτρεφέν με, ἕως οὗ ἐπορεύθη εἰς τὴν Ἐλυμαίδα.
Lire Tobie 2 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org