Septante (AT)
Tobie 14:9
9σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γίνου φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς ᾖ, καὶ θάψον με καλῶς καὶ τὴν μητέρα σου μετ ἐμοῦ· καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευη.
Contexte de Tobie 14:9
7καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ θεῷ, καὶ ὑψώσει κύριος τὸν λαὸν αὐτοῦ, καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες κύριον τὸν θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν. 8καὶ νῦν, τέκνον, ἄπελθε ἀπὸ Νινευη, ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ιωνας. σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γίνου φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς ᾖ, καὶ θάψον με καλῶς καὶ τὴν μητέρα σου μετ ἐμοῦ· καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευη. 10τέκνον, ἰδὲ τί ἐποίησεν Αμαν Αχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος, καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ Αχιαχαρος μὲν ἐσώθη, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσης ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου, ἧς ἔπηξεν αὐτῷ, Αμαν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο. 11καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ, καὶ τί δικαιοσύνη ῥύεται. – καὶ ταῦτα αὐτοῦ λέγοντος ἐξέλιπεν αὐτοῦ ἡ ψυχὴ ἐπὶ τῆς κλίνης· ἦν δὲ ἐτῶν ἑκατὸν πεντήκοντα ὀκτώ· καὶ ἔθαψεν αὐτὸν ἐνδόξως.
Lire Tobie 14 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org