Septante (AT)
Tobie 10:11
11καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλεν λέγων Εὐοδώσει ὑμᾶς, τέκνα, ὁ θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ με ἀποθανεῖν.
Contexte de Tobie 10:11
9εἶπεν δὲ αὐτῷ ὁ πενθερὸς αὐτοῦ Μεῖνον παρ ἐμοί, κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ. καὶ Τωβιας λέγει Οὐχί, ἀλλὰ ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου. 10ἀναστὰς δὲ Ραγουηλ ἔδωκεν αὐτῷ Σαρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων, σώματα καὶ κτήνη καὶ ἀργύριον· καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλεν λέγων Εὐοδώσει ὑμᾶς, τέκνα, ὁ θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ με ἀποθανεῖν. 12καὶ εἶπεν τῇ θυγατρὶ αὐτοῦ Τίμα τοὺς πενθερούς σου, αὐτοὶ νῦν γονεῖς σού εἰσιν· ἀκούσαιμί σου ἀκοὴν καλήν. καὶ ἐφίλησεν αὐτήν. 13καὶ Εδνα εἶπεν πρὸς Τωβιαν Ἄδελφε ἀγαπητέ, ἀποκαταστήσαι σε ὁ κύριος τοῦ οὐρανοῦ καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σαρρας τῆς θυγατρός μου, ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ κυρίου· καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ, μὴ λυπήσῃς αὐτήν.
Lire Tobie 10 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org