Septante (AT)

Siracide 8:11

11μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.

Contexte de Siracide 8:11

9μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν. 10μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ. μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου. 12μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου. 13μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου· καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτείσων φρόντιζε.

Lire Siracide 8 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org