Septante (AT)

Siracide 51:8

8καὶ ἐμνήσθην τοῦ ἐλέους σου, κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπ αἰῶνος, ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν.

Contexte de Siracide 51:8

6βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου. ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω. 7περιέσχον με πάντοθεν, καὶ οὐκ ἦν ὁ βοηθῶν· ἐνέβλεπον εἰς ἀντίλημψιν ἀνθρώπων, καὶ οὐκ ἦν. καὶ ἐμνήσθην τοῦ ἐλέους σου, κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπ αἰῶνος, ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν. 9καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην· 10ἐπεκαλεσάμην κύριον πατέρα κυρίου μου μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας· αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς καὶ ὑμνήσω ἐν ἐξομολογήσει.

Lire Siracide 51 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org