Septante (AT)
Siracide 51:22
22ἔδωκεν κύριος γλῶσσάν μοι μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν.
Contexte de Siracide 51:22
20τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν. καρδίαν ἐκτησάμην μετ αὐτῆς ἀπ ἀρχῆς· διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ. 21καὶ ἡ κοιλία μου ἐταράχθη τοῦ ἐκζητῆσαι αὐτήν· διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα. ἔδωκεν κύριος γλῶσσάν μοι μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν. 23ἐγγίσατε πρός με, ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας. 24τί ὅτι ὑστερεῖσθαι λέγετε ἐν τούτοις καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα ;
Lire Siracide 51 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org