Septante (AT)
Siracide 51:11
11καὶ εἰσηκούσθη ἡ δέησίς μου· ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ.
Contexte de Siracide 51:11
9καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην· 10ἐπεκαλεσάμην κύριον πατέρα κυρίου μου μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας· αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς καὶ ὑμνήσω ἐν ἐξομολογήσει. καὶ εἰσηκούσθη ἡ δέησίς μου· ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ. 12διὰ τοῦτο ἐξομολογήσομαί σοι καὶ αἰνέσω σε καὶ εὐλογήσω τῷ ὀνόματι κυρίου. 13Ἔτι ὢν νεώτερος πρὶν ἢ πλανηθῆναί με ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου.
Lire Siracide 51 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org