Septante (AT)
Siracide 49:2
2αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῆρεν βδελύγματα ἀνομίας·
Contexte de Siracide 49:2
1Μνημόσυνον Ιωσιου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου. αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῆρεν βδελύγματα ἀνομίας· 3κατεύθυνεν πρὸς κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν. 4Πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου, οἱ βασιλεῖς Ιουδα ἐξέλιπον·
Lire Siracide 49 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org