Septante (AT)

Siracide 48:21

21ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων, καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.

Contexte de Siracide 48:21

19τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι· 20καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ησαιου· ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων, καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ. 22ἐποίησεν γὰρ Εζεκιας τὸ ἀρεστὸν κυρίῳ καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυιδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο Ησαιας ὁ προφήτης ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ. 23ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέθηκεν ζωὴν βασιλεῖ.

Lire Siracide 48 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org