Septante (AT)

Siracide 47:7

7ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν καὶ ἐξουδένωσεν Φυλιστιιμ τοὺς ὑπεναντίους, ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας.

Contexte de Siracide 47:7

5ἐπεκαλέσατο γὰρ κύριον τὸν ὕψιστον, καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ. 6οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν καὶ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις κυρίου ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης· ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν καὶ ἐξουδένωσεν Φυλιστιιμ τοὺς ὑπεναντίους, ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας. 8ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ ὑψίστῳ ῥήματι δόξης· ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν. 9καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη·

Lire Siracide 47 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org