Septante (AT)

Siracide 47:3

3ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίφοις καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων.

Contexte de Siracide 47:3

1Καὶ μετὰ τοῦτον ἀνέστη Ναθαν προφητεύειν ἐν ἡμέραις Δαυιδ. 2ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου, οὕτως Δαυιδ ἀπὸ τῶν υἱῶν Ισραηλ. ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίφοις καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων. 4ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινεν γίγαντα καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιαθ ; 5ἐπεκαλέσατο γὰρ κύριον τὸν ὕψιστον, καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ.

Lire Siracide 47 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org