Septante (AT)
Siracide 46:8
8καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
Contexte de Siracide 46:8
6κατέρραξεν ἐπ ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτοῦ. 7Καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος αὐτὸς καὶ Χαλεβ υἱὸς Ιεφοννη ἀντιστῆναι ἔναντι ἐκκλησίας κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας. καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι. 9καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλεβ ἰσχύν, καὶ ἕως γήρους διέμεινεν αὐτῷ, ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν, 10ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ισραηλ ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω κυρίου.
Lire Siracide 46 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org