Septante (AT)
Siracide 46:5
5ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τῷ θλῖψαι αὐτὸν ἐχθροὺς κυκλόθεν, καὶ ἐπήκουσεν αὐτοῦ μέγας κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·
Contexte de Siracide 46:5
3τίς πρότερος αὐτοῦ οὕτως ἔστη ; τοὺς γὰρ πολέμους κυρίου αὐτὸς ἐπήγαγεν. 4οὐχὶ ἐν χειρὶ αὐτοῦ ἐνεποδίσθη ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο ; ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τῷ θλῖψαι αὐτὸν ἐχθροὺς κυκλόθεν, καὶ ἐπήκουσεν αὐτοῦ μέγας κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς· 6κατέρραξεν ἐπ ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτοῦ. 7Καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος αὐτὸς καὶ Χαλεβ υἱὸς Ιεφοννη ἀντιστῆναι ἔναντι ἐκκλησίας κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας.
Lire Siracide 46 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org