Septante (AT)
Siracide 45:9
9καὶ ἐκύκλωσεν αὐτὸν ῥοίσκοις, χρυσοῖς κώδωσιν πλείστοις κυκλόθεν, ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ·
Contexte de Siracide 45:9
7ἔστησεν αὐτὸν διαθήκην αἰῶνος καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ· ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης· 8ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος, περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα· καὶ ἐκύκλωσεν αὐτὸν ῥοίσκοις, χρυσοῖς κώδωσιν πλείστοις κυκλόθεν, ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ· 10στολῇ ἁγίᾳ, χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ, ἔργῳ ποικιλτοῦ, λογείῳ κρίσεως, δήλοις ἀληθείας, κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου, 11λίθοις πολυτελέσιν γλύμματος σφραγῖδος ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατ ἀριθμὸν φυλῶν Ισραηλ·
Lire Siracide 45 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org