Septante (AT)
Siracide 40:6
6ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου·
Contexte de Siracide 40:6
4ἀπὸ φοροῦντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις. 5καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ· ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου· 7ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον. 8μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·
Lire Siracide 40 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org