Septante (AT)
Siracide 37:9
9καὶ εἴπῃ σοι Καλὴ ἡ ὁδός σου, καὶ στήσεται ἐξ ἀναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι.
Contexte de Siracide 37:9
7Πᾶς σύμβουλος ἐξαίρει βουλήν, ἀλλ ἔστιν συμβουλεύων εἰς ἑαυτόν. 8ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία – καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται – μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον καὶ εἴπῃ σοι Καλὴ ἡ ὁδός σου, καὶ στήσεται ἐξ ἀναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι. 10μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν, 11μετὰ γυναικὸς περὶ τῆς ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου, μετὰ ἐμπόρου περὶ μεταβολίας καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως, μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας, μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου καὶ μετὰ μισθίου ἐφετίου περὶ συντελείας, οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας, μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας·
Lire Siracide 37 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org