Septante (AT)

Siracide 36:24

24ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ αὐτὸν καὶ στῦλον ἀναπαύσεως.

Contexte de Siracide 36:24

22κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει· 23εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραύτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ υἱοὺς ἀνθρώπων. ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ αὐτὸν καὶ στῦλον ἀναπαύσεως. 25οὗ οὐκ ἔστιν φραγμός, διαρπαγήσεται κτῆμα· καὶ οὗ οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος. 26τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν ;

Lire Siracide 36 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org