Septante (AT)
Siracide 35:14
14οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν·
Contexte de Siracide 35:14
12ὅτι κύριος κριτής ἐστιν, καὶ οὐκ ἔστιν παρ αὐτῷ δόξα προσώπου. 13οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται· οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν· 15οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά ; 16θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει·
Lire Siracide 35 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org