Septante (AT)

Siracide 34:18

18Θυσιάζων ἐξ ἀδίκου προσφορὰ μεμωμημένη, καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων.

Contexte de Siracide 34:18

16οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν, ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος, σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας, φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώσεως, 17ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς, ἴασιν διδούς, ζωὴν καὶ εὐλογίαν. Θυσιάζων ἐξ ἀδίκου προσφορὰ μεμωμημένη, καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων. 19οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας. 20θύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων.

Lire Siracide 34 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org