Septante (AT)

Siracide 33:3

3ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων.

Contexte de Siracide 33:3

1Τῷ φοβουμένῳ κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται. 2ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον. ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων. 4ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι. 5τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.

Lire Siracide 33 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org