Septante (AT)
Siracide 33:13
13ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ – πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ – οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ.
Contexte de Siracide 33:13
11ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν· 12ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν. ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ – πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ – οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ. 14ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν, καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή, οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός· 15καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, δύο δύο, ἓν κατέναντι τοῦ ἑνός.
Lire Siracide 33 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org