Septante (AT)
Siracide 32:12
12ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ.
Contexte de Siracide 32:12
10πρὸ βροντῆς κατασπεύδει ἀστραπή, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. 11ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει, ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳθύμει· ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ. 13καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ. 14Ὁ φοβούμενος κύριον ἐκδέξεται παιδείαν, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν.
Lire Siracide 32 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org