Septante (AT)
Siracide 31:20
20ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ· ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετ αὐτοῦ. πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου·
Contexte de Siracide 31:20
18καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου. 19Ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει. ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ· ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετ αὐτοῦ. πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου· 21καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα ἔμεσον πόρρω, καὶ ἀναπαύσῃ. 22ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με, καὶ ἐπ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου· ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής, καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ.
Lire Siracide 31 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org