Septante (AT)
Siracide 27:23
23ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον.
Contexte de Siracide 27:23
21ὅτι τραῦμα ἔστιν καταδῆσαι, καὶ λοιδορίας ἔστιν διαλλαγή, ὁ δὲ ἀποκαλύψας μυστήρια ἀφήλπισεν. 22Διανεύων ὀφθαλμῷ τεκταίνει κακά, καὶ οὐδεὶς αὐτὰ ἀποστήσει ἀπ αὐτοῦ· ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον. 24πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ κύριος μισήσει αὐτόν. 25ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει, καὶ πληγὴ δολία διελεῖ τραύματα.
Lire Siracide 27 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org