Septante (AT)
Siracide 26:3
3γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων κύριον δοθήσεται·
Contexte de Siracide 26:3
1Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος. 2γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων κύριον δοθήσεται· 4πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή, ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν. 5Ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμόν, ὑπὲρ θάνατον πάντα μοχθηρά.
Lire Siracide 26 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org