Septante (AT)
Siracide 26:14
14δόσις κυρίου γυνὴ σιγηρά, καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς·
Contexte de Siracide 26:14
12ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίξει καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν. 13Χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς. δόσις κυρίου γυνὴ σιγηρά, καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς· 15χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά, καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς. 16ἥλιος ἀνατέλλων ἐν ὑψίστοις κυρίου καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς·
Lire Siracide 26 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org