Septante (AT)
Siracide 25:22
22ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.
Contexte de Siracide 25:22
20ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. 21μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς. ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς. 23καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς. 24ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι αὐτὴν ἀποθνῄσκομεν πάντες.
Lire Siracide 25 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org