Septante (AT)

Siracide 23:5

5καὶ ἐπιθυμίαν ἀπόστρεψον ἀπ ἐμοῦ·

Contexte de Siracide 23:5

3ὅπως μὴ πληθυνθῶσιν αἱ ἄγνοιαί μου καὶ αἱ ἁμαρτίαι μου πλεονάσωσιν καὶ πεσοῦμαι ἔναντι τῶν ὑπεναντίων καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου ; 4κύριε πάτερ καὶ θεὲ ζωῆς μου, μετεωρισμὸν ὀφθαλμῶν μὴ δῷς μοι καὶ ἐπιθυμίαν ἀπόστρεψον ἀπ ἐμοῦ· 6κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με, καὶ ψυχῇ ἀναιδεῖ μὴ παραδῷς με. 7Παιδείαν στόματος ἀκούσατε, τέκνα, καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ.

Lire Siracide 23 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org