Septante (AT)
Siracide 22:15
15ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον.
Contexte de Siracide 22:15
13μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου· φύλαξαι ἀπ αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ· ἔκκλινον ἀπ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ. 14ὑπὲρ μόλιβον τί βαρυνθήσεται ; καὶ τί αὐτῷ ὄνομα ἀλλ ἢ μωρός ; ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον. 16Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει. 17καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ.
Lire Siracide 22 en entierDans les dictionnaires
Commentaires sur Siracide 22
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires