Septante (AT)
Siracide 21:13
13γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς.
Contexte de Siracide 21:13
11Ὁ φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ, καὶ συντέλεια τοῦ φόβου κυρίου σοφία. 12οὐ παιδευθήσεται ὃς οὐκ ἔστιν πανοῦργος, ἔστιν δὲ πανουργία πληθύνουσα πικρίαν. γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς. 14ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει. 15λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ αὐτὸν προσθήσει· ἤκουσεν ὁ σπαταλῶν, καὶ ἀπήρεσεν αὐτῷ, καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ.
Lire Siracide 21 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org